Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.67.1 | Hdt. 3.68.3 (English) | >>Hdt. 3.69.3 |
3.68.1
προεῖπε μὲν δὴ ταῦτα αὐτίκα ἐνιστάμενος ἐς τὴν ἀρχήν , ὀγδόῳ δὲ μηνὶ ἐγένετο κατάδηλος τρόπῳ τοιῷδε . Ὀτάνης ἦν Φαρνάσπεω μὲν παῖς , γένεϊ δὲ καὶ χρήμασι ὅμοιος τῷ πρώτῳ Περσέων .
3.68.2 οὗτος ὁ Ὀτάνης πρῶτος ὑπώπτευσε τὸν Μάγον ὡς οὐκ εἴη ὁ Κύρου Σμέρδις ἀλλʼ ὅς περ ἦν , τῇδε συμβαλόμενος , ὅτι τε οὐκ ἐξεφοίτα ἐκ τῆς ἀκροπόλιος καὶ ὅτι οὐκ ἐκάλεε ἐς ὄψιν ἑωυτῷ οὐδένα τῶν λογίμων Περσέων ·
3.68.3 ὑποπτεύσας δέ μιν ἐποίεε τάδε . ἔσχε αὐτοῦ Καμβύσης θυγατέρα , τῇ οὔνομα ἦν Φαιδύμη · τὴν αὐτὴν δὴ ταύτην εἶχε τότε ὁ Μάγος καὶ ταύτῃ τε συνοίκεε καὶ τῇσι ἄλλῃσι πάσῃσι τῇσι τοῦ Καμβύσεω γυναιξί . πέμπων δὴ ὦν ὁ Ὀτάνης παρὰ ταύτην τὴν θυγατέρα ἐπυνθάνετο παρʼ ὅτεῳ ἀνθρώπων κοιμῷτο , εἴτε μετὰ Σμέρδιος τοῦ Κύρου εἴτε μετὰ ἄλλου τευ .
3.68.4 ἡ δέ οἱ ἀντέπεμπε φαμένη οὐ γινώσκειν · οὔτε γὰρ τὸν Κύρου Σμέρδιν ἰδέσθαι οὐδαμὰ οὔτε ὅστις εἴη ὁ συνοικέων αὐτῇ εἰδέναι . ἔπεμπε δεύτερα ὁ Ὀτάνης λέγων · “εἰ μὴ αὐτὴ Σμέρδιν τὸν Κύρου γινώσκεις , σὺ δὲ παρὰ Ἀτόσσης πύθευ ὅτεῳ τούτῳ συνοικέει αὐτή τε ἐκείνη καὶ σύ · πάντως γὰρ δή κου τόν γε ἑωυτῆς ἀδελφεὸν γινώσκει .” ἀντιπέμπει πρὸς ταῦτα ἡ θυγάτηρ ·
3.68.5 “οὔτε Ἀτόσσῃ δύναμαι ἐς λόγους ἐλθεῖν οὔτε ἄλλην οὐδεμίαν ἰδέσθαι τῶν συγκατημενέων γυναικῶν . ἐπείτε γὰρ τάχιστα οὗτος ὥνθρωπος , ὅστις κοτέ ἐστι , παρέλαβε τὴν βασιληίην , διέσπειρε ἡμέας ἄλλην ἄλλῃ τάξας .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.67.1 | Hdt. 3.68.3 (English) | >>Hdt. 3.69.3 |